Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.184 Joseph. AJ 11.189 (English) >>Joseph. AJ 11.195

11.187ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον· σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατʼ αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι. 11.188διηκονοῦντο δʼ ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι. 11.189διαπέμψας δὲ καὶ κατὰ τὴν χώραν παρήγγειλεν ἀνεῖσθαι τῶν ἔργων ἀφιεμένους καὶ ἑορτάζειν ὑπὲρ τῆς βασιλείας αὐτοῦ πολλαῖς ἡμέραις. 11.190ὁμοίως τε τῶν γυναικῶν βασίλισσα Ἄστη συνήγαγεν συμπόσιον ἐν τοῖς βασιλείοις, ἣν ἐπιδεῖξαι βουλόμενος τοῖς ἑστιωμένοις βασιλεὺς πέμψας ἐκέλευσεν αὐτὴν εἰς τὸ συμπόσιον ἥκειν κάλλει τὰς γυναῖκας ἁπάσας ὑπερβάλλουσαν. 11.191 δὲ φυλακῇ τῶν παρὰ Πέρσαις νόμων, οἳ τοῖς ἀλλοτρίοις βλέπεσθαι τὰς γυναῖκας ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸς τὸν βασιλέα, καὶ πολλάκις τοὺς εὐνούχους ἀποστέλλοντος πρὸς αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν, 11.192ὡς εἰς ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺς ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρʼ αὐτοῖς, καλέσαντα κατηγορεῖν τῆς γυναικὸς καὶ λέγειν, ὡς ὑβρισθείη πρὸς αὐτῆς· κληθεῖσα γὰρ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.184 Joseph. AJ 11.189 (English) >>Joseph. AJ 11.195

Powered by PhiloLogic